Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.81 Dem. 20.84 (English) >>Dem. 20.87

20.83εἶθʼ ὑπὲρ ὧν ἐκεῖνος ᾤετο δεῖν ἀποθνῄσκειν νικᾶν, ταῦθʼ ἡμεῖς ἀφελώμεθα τὸν υἱὸν αὐτοῦ; καὶ τί φήσομεν, ἄνδρες Ἀθηναῖοι, ὅταν τὰ μὲν τρόπαιʼ ἑστήκῃ δῆλα πᾶσιν ἀνθρώποις, ὑπὲρ ὑμῶν στρατηγῶν ἐκεῖνος ἔστησε, τῶν δʼ ἐπὶ τούτοις δωρειῶν ἀφῃρημένον τι φαίνηται; οὐ σκέψεσθʼ, ἄνδρες Ἀθηναῖοι, καὶ λογιεῖσθε, ὅτι νῦν οὐχ νόμος κρίνεται πότερον ἔστʼ ἐπιτήδειος οὔ, ἀλλʼ ὑμεῖς δοκιμάζεσθʼ εἴτʼ ἐπιτήδειοι πάσχειν ἔστʼ εὖ τὸν λοιπὸν χρόνον εἴτε μή;

20.84λαβὲ δὴ καὶ τὸ τῷ Χαβρίᾳ ψήφισμα ψηφισθέν. ὅρα δὴ καὶ σκόπει· δεῖ γὰρ αὔτʼ ἐνταῦθʼ εἶναί που.

ἐγὼ δʼ ἔτι τοῦτʼ εἰπεῖν ὑπὲρ Χαβρίου βούλομαι. ὑμεῖς, ἄνδρες Ἀθηναῖοι, τιμῶντές ποτʼ Ἰφικράτην, οὐ μόνον αὐτὸν ἐτιμήσατε, ἀλλὰ καὶ διʼ ἐκεῖνον Στράβακα καὶ Πολύστρατον· καὶ πάλιν, Τιμοθέῳ διδόντες τὴν δωρειάν, διʼ ἐκεῖνον ἐδώκατε καὶ Κλεάρχῳ καί τισιν ἄλλοις πολιτείαν· Χαβρίας δʼ αὐτὸς ἐτιμήθη παρʼ ὑμῖν μόνος. 20.85εἰ δὴ τόθʼ, ὅθʼ εὑρίσκετο τὴν δωρειάν, ἠξίωσεν ὑμᾶς, ὥσπερ διʼ Ἰφικράτην καὶ Τιμόθεον εὖ τινὰς πεποιήκατε, οὕτω καὶ διʼ αὑτὸν εὖ ποιῆσαι τούτων τινὰς τῶν εὑρημένων τὴν ἀτέλειαν, οὓς νῦν οὗτοι μεμφόμενοι πάντας ἀφαιρεῖσθαι κελεύουσιν ὁμοίως, οὐκ ἂν ἐδώκατε ταύτην αὐτῷ τὴν χάριν; ἔγωγʼ ἡγοῦμαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.81 Dem. 20.84 (English) >>Dem. 20.87

Powered by PhiloLogic